previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οἱ δὲ Πάρθοι νυκτὸς μὲν αἰσθόμενοι τὴν ἀπόδρασιν οὐκ ἐδίωκον, ἅμα δ᾽ ἡμέρᾳ τοὺς μὲν ἐν τῷ στρατοπέδῳ καταλειφθέντας οὐ μείους τετρακισχιλίων ἐπελθόντες ἀπέσφαξαν, ἐν δὲ τῷ πεδίῳ πλανωμένους πολλοὺς ἱππασάμενοι συνέλαβον. [2] τέσσαρας δ᾽ ὁμοῦ σπείρας, ἃς ἔτι νυκτὸς ἀπέρρηξε Βαργοντήιος πρεσβευτής, ἐκπεσούσας τῆς ὁδοῦ περισχόντες ἔν τινι λόφῳ διέφθειραν ἀμυνομένας, πλὴν ἀνδρῶν εἴκοσιν. τούτους δὲ γυμνοῖς τοῖς ξίφεσιν ὠθουμένους δι᾽ αὐτῶν θαυμάσαντες εἶξαν, καὶ διέξοδον ἀπιοῦσι βάδην εἰς τὰς Κάρρας ἐδίδοσαν.

τῷ δὲ Σουρήνᾳ προσέπεσε ψευδὴς λόγος ἐκπεφευγέναι Κράσσον μετὰ τῶν ἀρίστων, τὸ δ᾽ εἰς Κάρρας συνερρυηκὸς ὄχλον εἶναι σύμμικτον οὐκ ἀξίων σπουδῆς ἀνθρώπων. [3] οἰόμενος οὖν [p. 406] ἀποβεβληκέναι τὸ τῆς νίκης τέλος, ἔτι δ᾽ ἀμφιδοξῶν καὶ μαθεῖν βουλόμενος τἀληθές, ὅπως προσμένων ἐνταῦθα πολιορκοίη Κράσσον διώκοι χαίρειν ἐάσας Καρρηνούς, ὑποπέμπει τινὰ τῶν παρ᾽ αὐτῷ διγλώττων πρὸς τὰ τείχη, κελεύσας ἱέντα Ῥωμαϊκὴν διάλεκτον καλεῖν Κράσσον αὐτὸν Κάσσιον, ὡς Σουρήνα διὰ λόγων ἐθέλοντος αὐτοῖς συγγενέσθαι. [4] ταῦτα τοῦ διγλώττου φράσαντος, ὡς ἀπηγγέλη τοῖς περὶ Κράσσον, ἐδέχοντο τὰς προκλήσεις: καὶ μετὰ μικρὸν ἧκον ἀπὸ τῶν βαρβάρων Ἄραβες, οἳ Κράσσον εὖ καὶ Κάσσιον ἀπ᾽ ὄψεως ἐγνώριζον, ἐν τῷ στρατοπέδῳ πρὸ τῆς μάχης γεγονότες. οὗτοι τὸν Κάσσιον ἰδόντες ἀπὸ τοῦ τείχους, ἔλεγον ὅτι Σουρήνας σπένδεται καὶ δίδωσιν αὐτοῖς φίλοις οὖσι βασιλέως σῴζεσθαι, Μεσοποταμίαν ἐκλιποῦσιν: τοῦτο γὰρ ὁρᾶν λυσιτελὲς ἀμφοτέροις πρὸ τῆς ἐσχάτης ἀνάγκης. [5] δεξαμένου δὲ τοῦ Κασσίου, καὶ τόπον ὁρισθῆναι καὶ χρόνον ἀξιοῦντος, ἐν συνίασι Σουρήνας καὶ Κράσσος, οὕτω φάμενοι ποιήσειν ἀπήλαυνον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: