previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπεὶ δὲ Κίννας καὶ Μάριος κρατήσαντες εὐθὺς ἦσαν ἔνδηλοι κατιόντες οὐκ ἐπ᾽ ἀγαθῷ τῆς πατρίδος, ἐπ᾽ ἀναιρέσει δ᾽ ἄντικρυς καὶ ὀλέθρῳ τῶν ἀρίστων, οἱ μέν ἐγκαταληφθέντες ἀπέθνῃσκον, ὧν ἦν καὶ πατὴρ Κράσσου καὶ ἀδελφός, αὐτὸς δὲ νέος ὢν παντάπασι τὸ μέν αὐτίκα δεινὸν ἐξέφυγε, πάντῃ δὲ περιβαλλόμενον ἑαυτὸν αἰσθανόμενος καὶ κυνηγετούμενον ὑπὸ τῶν τυράννων τρεῖς φίλους ἀναλαβὼν καὶ θεράποντας δέκα, τάχει δ᾽ ὑπερβάλλοντι χρησάμενος εἰς Ἰβηρίαν ἔφυγε, γεγονὼς πάλαι στρατηγοῦντος τοῦ πατρὸς αὐτόθι καὶ φίλους πεποιημένος. [2] εὑρὼν δὲ πάντας περιδεεῖς καὶ τὴν ὠμότητα τὴν Μαρίου καθάπερ ἐφεστῶτος αὐτοῖς τρέμοντας, οὐδενὶ γενέσθαι φανερὸς ἐθάρρησεν, ἀλλ᾽ εἰς ἀγροὺς ἐμβαλὼν παραλίους Οὐιβίου Πακιανοῦ σπήλαιον ἔχοντας εὐμέγεθες, ἔκρυψεν ἑαυτόν, πρὸς δὲ τὸν Οὐίβιον ἔπεμψεν ἕνα δοῦλον ἀποπειρώμενος, ἤδη καὶ τῶν ἐφοδίων ἐπιλιπόντων. [3] δὲ Οὐίβιος ἀκούσας ἥσθη τε σῳζομένῳ καὶ πυθόμενος τὸ πλῆθος τῶν σὺν αὐτῷ καὶ τὸν τόπον αὐτὸς μέν οὐκ ἦλθεν [p. 324] εἰς ὄψιν, τὸν δὲ τῶν χωρίων ἐπίτροπον προσαγαγὼν ἐγγὺς ἐκέλευσε καθ᾽ ἡμέραν δεῖπνον πεποιημένον κομίζειν, καὶ τιθέντα παρὰ τὴν πέτραν ἀπέρχεσθαι σιωπῇ καὶ μὴ πολυπραγμονεῖν μηδ᾽ ἐξετάζειν, προειπὼν πολυπραγμονοῦντι θάνατον, συμπράττοντι δὲ τοῦτο πιστῶς ἐλευθερίαν.

[4] τὸ δὲ σπήλαιον οὐκ ἄπωθεν μέν ἐστι θαλάσσης, κρημνοὶ δὲ περὶ αὐτὸ συμφερόμενοι λεπτὴν καὶ ἀσαφῆ παραπέμπουσι λαύραν ἄγουσαν εἴσω, παρελθόντι δ᾽ ὕψος τε θαυμαστὸν ἀναπέπταται, καὶ κατ᾽ εὖρος ἔχει κόλπους δι᾽ ἀλλήλων ἀνοιγομένους μεγάλαις περιφερείαις. [5] ἀμοιρεῖ δ᾽ οὔτε ὕδατος οὔτε φωτός, ἀλλὰ πηγὴ μέν ἡδίστου νάματος ὑπορρεῖ παρὰ τὸν κρημνόν, αὐτοφυεῖς δὲ ῥωχμοὶ τῆς πέτρας μάλιστα περιπίπτει τὸ φῶς ἔξωθεν ὑπολαμβάνουσι, καὶ καταλάμπεται ἡμέρας τὸ χωρίον, δ᾽ ἐντὸς ἀὴρ ἀστάλακτος καὶ καθαρός, πυκνότητι τῆς πέτρας τὸ νοτερὸν καὶ ἀποτηκόμενον εἰς τὴν πηγὴν ἐκπιεζούσης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: