previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔδοξεν οὖν τῷ Κάτωνι τοὺς γραμματοφόρους ἐπισχεῖν, ἄχρι οὗ βεβαιώσῃ τὰ παρὰ τῶν τριακοσίων, οἱ μὲν γὰρ ἀπὸ βουλῆς ἦσαν πρόθυμοι, καὶ τοὺς οἰκέτας εὐθὺς ἀφιέντες ἐλευθέρους ὥπλιζον τῶν δὲ τριακοσίων, ἅτε δὴ πλωτικῶν καὶ δανειστικῶν ἀνθρώπων καὶ τὸ πλεῖστον ἐν τοῖς οἰκέταις τῆς οὐσίας ἐχόντων, οὐ πολὺν οἱ Κάτωνος λόγοι χρόνον ἐμμείναντες ἐξερρύησαν [2] καθάπερ γὰρ τῶν σωμάτων τὰ μανὰ δέχεται ῥᾳδίως τὴν θερμότητα καὶ πάλιν μεθίησι, τοῦ πυρὸς ἀπαχθέντος ψυχούμενα, παραπλησίως ἐκείνους μὲν Κάτων ὁρώμενος ἀνεζωπύρει καὶ διεθέρμαινεν, αὐτοὺς δὲ ἑαυτοῖς λόγον διδόντας Καίσαρος φόβος ἐξέκρουσε τῆς πρὸς Κάτωνα καὶ τὸ καλὸν αἰδοῦς. ‘τίνες γὰρ,’ ἔφασαν, ‘ὄντες, τίνι τὸ προστασσόμενον ποιεῖν ἀπαξιοῦμεν; [3] οὐχὶ Καῖσαρ μὲν οὗτος εἰς ὃν Ῥωμαίων ἅπασα περιέστηκεν ἰσχύς; ἡμῶν δὲ Σκηπίων οὐδεὶς οὐδὲ Πομπήϊος οὐδὲ Κάτων, ἀλλὰ ἐν οἷς καιροῖς πάντες ἄνθρωποι ταπεινότερα τῶν προσηκόντων διὰ φόβον φρονοῦσιν, ἐν τούτοις ἡμεῖς ὑπερμαχοῦντες τῆς Ῥωμαίων ἐλευθερίας πολεμοῦμεν ἐξ Ἰτύκης Κάτων μετὰ Πομπηΐου Μάγνου φεύγων ὑφεῖτο τῆς Ἰταλίας; καὶ [p. 386] δούλους ἐλευθεροῦμεν κατὰ Καίσαρος, οἷς αὐτοῖς ἐλευθερίας, ὅσον ἂν ἐκεῖνος θέλῃ, μέτεστιν; ἀλλ᾽ ἔτι νῦν, μοχθηροὶ, γνόντες ἑαυτοὺς παραιτώμεθα τὸν κρατοῦντα καὶ πέμψωμεν τοὺς δεησομένους.’

[4] ταῦτα οἱ μετριώτατοι τῶν τριακοσίων παρῄνουν οἱ δὲ πλεῖστοι τοῖς συγκλητικοῖς ἐπεβούλευον, ὡς, εἰ τούτους συλλάβοιεν, ἱλασόμενοι τὴν πρὸς αὐτοὺς ὀργὴν τοῦ Καίσαρος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: