previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐν δὲ Συρίᾳ καὶ γελοῖόν τι λέγεται παθεῖν. βαδίζων γὰρ εἰς Ἀντιόχειαν εἶδε περὶ τὰς πύλας ἔξω πλῆθος ἀνθρώπων ἑκατέρωθεν τῆς ὁδοῦ παρακεκριμένων, ἐν οἷς ἔφηβοι μὲν χωρὶς ἐν χλαμύσι1 καὶ παῖδες ἑτέρωθεν κοσμίως εἱστήκεσαν, ἐσθῆτας δὲ καθαρὰς ἔνιοι καὶ στεφάνους εἶχον, ἱερεῖς θεῶν ὄντες ἄρχοντες, πάντων οὖν μᾶλλον οἰηθεὶς Κάτων αὐτῷ τινα πράττεσθαι τιμὴν καὶ δεξίωσιν ὑπὸ τῆς πόλεως, ὠργίζετο μὲν τοῖς προπεμφθεῖσι τῶν ἰδίων, ὡς μὴ κωλύσασιν, ἐκέλευσε δὲ καταβῆναι τοὺς φίλους, [2] καὶ πεζῇ προῄει μετ᾽ αὐτῶν, ὡς δ᾽ ἐγγὺς ἦσαν, πάντα διακοσμῶν ἐκεῖνα καὶ τὸν ὄχλον εἰς τάξιν καθιστάς, ἀνὴρ πρεσβύτερος ἤδη, ῥάβδον ἐν τῇ χειρὶ καὶ στέφανον κρατῶν, ἀπήντησε τῷ Κάτωνι πρὸ τῶν ἄλλων, καὶ μηδὲ ἀσπασάμενος ἠρώτα ποῦ Δημήτριον ἀπολελοίπασι καὶ πηνίκα παρέσται. Πομπηΐου δὲ ἦν γεγονὼς Δημήτριος [p. 264] οἰκέτης: τότε δὲ πάντων, ὡς ἔπος εἰπεῖν, ἀνθρώπων εἰς Πομπήϊον ἀποβλεπόντων, ἐθεραπεύετο παρ᾽ ἀξίαν, μέγα παρ᾽ αὐτῷ δυνάμενος, [3] τοῖς μὲν οὖν φίλοις τοῦ Κάτωνος γέλως ἐνέπεσε τοσοῦτος ὥστε ἀναλαβεῖν ἑαυτοὺς οὐκ ἐδύναντο διὰ τοῦ πλήθους ἅμα βαδίζοντες, δὲ Κάτων τότε μὲν ἰσχυρῶς διατραπείς, ‘ τῆς κακοδαίμονος,’ ἔφη, ‘πόλεως,’ ἄλλο δὲ οὐδὲν ἐφθέγξατο, χρόνῳ δὲ ὕστερον εἰώθει γελᾶν καὶ αὐτὸς ἐπὶ τούτῳ, καὶ διηγούμενος καὶ μνημονεύων.

1 χλαμύσι MSS. and most editors: χλανίσι (mantles), after Cobet.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: