previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπεὶ δὲ, Σκηπίωνος καὶ Ὑψαίου καὶ Μίλωνος ὑπατείαν μετερχομένων οὐ μόνον ἐκείνοις τοῖς συντρόφοις ἤδη καὶ συμπολιτευομένοις ἀδικήμασι, δωροδοκίαις καὶ δεκασμοῖς, ἀλλ᾽ ἄντικρυς δι᾽ ὅπλων καὶ φόνων εἰς ἐμφύλιον πόλεμον ὠθουμένων τόλμῃ καὶ ἀπονοίᾳ, Πομπήϊόν τινες ἠξίουν ἐπιστῆναι ταῖς ἀρχαιρεσίαις, τὸ μὲν πρῶτον ἀντεῖπεν Κάτων, οὐ τοῖς νόμοις ἐκ Πομπηΐου φάμενος, ἀλλ᾽ ἐκ τῶν νόμων Πομπηΐῳ δεῖν ὑπάρχειν τὴν ἀσφάλειαν, [2] ὡς δὲ πολὺν χρόνον ἀναρχίας οὔσης καὶ τριῶν στρατοπέδων τὴν ἀγορὰν ὁσημέραι περιεχόντων ὀλίγον ἀπέλιπεν ἀνεπίσχετον γεγονέναι τὸ κακόν, ἔγνω τὰ πράγματα πρὸ τῆς ἐσχάτης ἀνάγκης εἰς Πομπήϊον ἑκουσίῳ χάριτι τῆς βουλῆς περιστῆσαι, καὶ τῷ μετριωτάτῳ τῶν παρανομημάτων χρησάμενος ἰάματι τῆς τῶν μεγίστων καταστάσεως τὴν μοναρχίαν ἐπαγαγέσθαι μᾶλλον περιϊδεῖν τὴν στάσιν εἰς μοναρχίαν1 τελευτῶσααν. [3] εἶπεν οὖν ἐν τῇ βουλῇ γνώμην Βύβλος οἰκεῖος ὢν Κάτωνος, ὡς χρὴ μόνον ἑλέσθαι Πομπήϊον ὕπατον γὰρ ἕξειν καλῶς τὰ πράγματα ἐκείνου καταστήσαντος, τῷ κρατίστῳ δουλεύσειν τὴν πόλιν. ἀναστὰς δὲ Κάτων οὐδενὸς ἂν προσδοκήσαντος ἐπῄνεσε τὴν γνώμην καὶ συνεβούλευσε πᾶσαν ἀρχὴν ὡς ἀναρχίας κρείττονα, Πομπήϊον δὲ καὶ προσδοκᾶν ἄριστα τοῖς παροῦσι χρήσεσθαι πράγμασι καὶ φυλάξειν διαπιστευθέντα τὴν πόλιν.

1 μοναρχίαν Sintenis1 and Coraës, with the MSS.; Sintenis2 and Bekker adopt the ἀναρχίαν of Emperius.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: