previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοιαῦτα διαλεχθεὶς τοῖς τριακοσίοις ἀπηλλάττετο: καὶ πυθόμενος Καίσαρα πᾶσαν ἄγοντα τήν στρατιὰν ἤδη καθ᾽ ὁδὸν εἶναι, ‘παπαὶ,’ εἶπεν, ‘ὡς ἐπ᾽ ἄνδρας ἡμᾶς ἐκεῖνοςκαὶ τραπόμενος πρὸς τοὺς συγκλητικοὺς ἐκέλευε μὴ μέλλειν, ἀλλ᾽ ἕως παραμένουσιν οἱ ἱππεῖς [p. 394] σῴζεσθαι. καὶ τὰς μὲν ἄλλας ἀπέκλεισε θύρας, μιᾷ δὲ τῇ πρὸς θάλασσαν φερούσῃ1 τά τε πλοῖα τοῖς ὑφ᾽ ἑαυτὸν διένειμε καὶ τάξεως ἐπεμελεῖτο, παύων τὰς ἀδικίας καὶ διαλύων τοὺς θορύβους, καὶ τοὺς ἀπόρως ἔχοντας ἐφοδιάζων. [2] ἐπεὶ δὲ Μᾶρκος Ὀκτάβιος ἄγων δύο τάγματα πλησίον κατεστρατοπέδευσε καὶ πέμπων ἠξίου τὸν Κάτωνα περὶ ἀρχῆς διορίσασθαι πρὸς αὐτόν, ἐκείνῳ μὲν οὐθὲν ἀπεκρίνατο, πρὸς δὲ τοὺς φίλους εἶπενεἶτα θαυμάζομεν ὅπως ἀπόλωλε τὰ πράγματα, τήν φιλαρχίαν ὁρῶντες ἡμῖν ἐν αὐτῷ τῷ ὀλέθρῳ βεβηκόσι παραμένουσαν;’

[3] ἐν τούτῳ δὲ τοὺς ἱππεῖς ἀκούσας ἀπιόντας ἤδη φέρειν καὶ ἄγειν τὰ τῶν Ἰτυκαίων ὥσπερ λάφυρα, δρόμῳ συνέτεινε πρὸς αὐτούς καὶ τοῖς πρώτοις ἐντυχὼν ἀφῃρεῖτο, τῶν δὲ ἄλλων ἕκαστος ἔφθανε ῥίπτων καὶ κατατιθέμενος, πάντες δὲ ὑπ᾽ αἰσχύνης σιωπῇ καὶ κάτω βλέποντες ἀπῄεσαν. δὲ Κάτων εἰς τήν πόλιν τοὺς Ἰτυκαίους συναγαγών ἐδεῖτο περὶ τῶν τριακοσίων, μὴ παροξῦναι Καίσαρα κατ᾽ αὐτῶν, ἀλλὰ καὶ κοινῇ τήν σωτηρίαν πράττειν ἀλλήλοις. [4] εἶτα πάλιν τραπόμενος πρὸς τήν θάλατταν ἐπεσκόπει τοὺς ἐμβαίνοντας, καὶ τῶν φίλων καὶ ξένων ὅσους ἔπεισεν ἠσπάζετο καὶ προὔπεμπε. τὸν δὲ υἱὸν οὐκ ἔπεισε λαβεῖν πλοῖον, οὐδὲ ᾤετο δεῖν ἀποτρέπειν περιεχόμενον τοῦ πατρός, ἦν δέ τις Στατύλλιος, ἀνὴρ τῇ μὲν ἡλικίᾳ, νέος, ἰσχυρὸς δέ τῇ [p. 396] γνώμῃ βουλόμενος εἶναι καὶ τοῦ Κάτωνος ἀπομι: [5] μεῖσθαι τὴν ἀπάθειαν. τοῦτον ἠξίου πλεῖν: καὶ γὰρ ἦν καταφανὴς μισοκαῖσαρ: ὡς δὲ οὐκ ἤθελεν, Ἀπολλωνίδῃ τῷ Στωϊκῷ καὶ Δημητρίῳ τῷ Περιπατητικῷ προσβλέψας Κάτων, ‘ὑμέτερον,’ εἶπεν, ‘ἔργον οἰδοῦντα τοῦτον μαλάξαι καὶ καταρτίσαι πρὸς τὸ συμφέροναὐτὸς δὲ τοὺς λοιποὺς συνεκπέμπων καὶ χρηματίζων τοῖς δεομένοις τήν τε νύκτα διέτριβε περὶ ταῦτα καὶ τῆς ἐπιούσης ἡμέρας τὸ πλεῖστον μέρος.

1 φερούσῃ after this word one Paris MS. (C) has ἐχρῆτο πρὸς ἔξοδον (he used as an exit). Bekker adopts what other editors regard as a gloss, adding also καί; Sintenis2 assumes a lacuna.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: