This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[251]
τοὺς δὲ φρονιμωτάτους αὐτῶν καὶ τῶν λόγων τινὰς ἔχοντας τῶν σῶν καὶ θαυμάζοντας, τούτους, ἢν λάβωσι τὸν ἀναγνωσόμενον καὶ χρόνον ὥστε συνδιατρῖψαι σφίσιν αὐτοῖς, οὐδὲν ἀγνοήσειν τῶν μετ᾽ ἀποδείξεως εἰρημένων περὶ τῆς πόλεως τῆς ἑαυτῶν, καὶ τῶν λοιδοριῶν καταφρονήσειν τῶν εἰκῇ μὲν τοῖς πράγμασι λεγομένων πικρῶς δὲ τοῖς ὀνόμασι κεχρημένων, καὶ νομιεῖν τὰς μὲν βλασφημίας τὰς ἐνούσας ἐν τῷ βιβλίῳ τὸν φθόνον ὑποβαλεῖν,