Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[82]
ἀλλ᾽ ὅμως τὸ τοιοῦτον ἔτη δέκα κατέσχεν οὐ μισθοφοραῖς μεγάλαις οὐδὲ χρημάτων δαπάναις, αἷς νῦν ἅπαντες δυναστεύουσιν, ἀλλὰ τῷ καὶ τῇ φρονήσει διαφέρειν καὶ δύνασθαι τροφὴν ἐκ τῶν πολεμίων τοῖς στρατιώταις πορίζειν, καὶ μάλιστα τῷ δοκεῖν ἐκεῖνον ἄμεινον ὑπὲρ τῆς τῶν ἄλλων βουλεύεσθαι σωτηρίας ἢ τοὺς ἄλλους περὶ σφῶν αὐτῶν.