Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[84]
οὐκ ἀγνοῶ δὲ τὸ πλῆθος τῶν εἰρημένων περὶ τῆς Ἀγαμέμνονος ἀρετῆς, οὐδ᾽ ὅτι τούτων καθ᾽ ἓν μὲν ἕκαστον εἴ τινες σκοποῖντο τί ἂν ἀποδοκιμάσαιεν, οὐδεὶς ἂν οὐδὲν αὐτῶν ἀφελεῖν τολμήσειεν, ἐφεξῆς δὲ ἀναγιγνωσκομένων ἅπαντες ἂν ἐπιτιμήσαιεν ὡς πολὺ πλείοσιν εἰρημένοις τοῦ δέοντος. ἐγὼ δ᾽ εἰ μὲν ἔλαθον ἐμαυτὸν πλεονάζων,