This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ οὕτως ἰσχυρῶς ἀπιστεῖ τοῖς ὑπευθύνοις, ὥστ᾽ εὐθὺς ἀρχόμενος τῶν νόμων,1 ‘ἀρχὴν ὑπεύθυνον,’ φησί, ‘μὴ ἀποδημεῖν:’ ‘ὦ Ἡράκλεις,’ ὑπολάβοι ἄν τις, ‘ὅτι ἦρξα, μὴ ἀποδημήσω;’ ἵνα γε μὴ προλαβὼν χρήματα τῆς πόλεως ἢ πράξεις δρασμῷ χρήσῃ. πάλιν ὑπεύθυνον οὐκ ἐᾷ τὴν οὐσίαν καθιεροῦν, οὐδὲ ἀνάθημα ἀναθεῖναι, οὐδ᾽ ἐκποίητον γενέσθαι, οὐδὲ διαθέσθαι τὰ ἑαυτοῦ, οὐδ᾽ ἄλλα πολλά: ἑνὶ δὲ λόγῳ ἐνεχυράζει τὰς οὐσίας ὁ νομοθέτης τὰς τῶν ὑπενθύνων, ἕως ἂν λόγον ἀποδῶσι τῇ πόλει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.