This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[27]
καίτοι, ὦ ἄνδρες, καὶ
περὶ τούτων οἱ ὑμέτεροι νόμοι τὰς ἐσχάτας τιμωρίας ὁρίζουσιν, ἐάν τις
Ἀθηναίων ἄλλοσέ ποι σιτηγήσῃ ἢ ὡς ὑμᾶς. ἔπειτα τὸν προδόντα μὲν ἐν τῷ
πολέμῳ, σιτηγήσαντα δὲ παρὰ τοὺς νόμους, μὴ φροντίσαντα δὲ μήτε ἱερῶν μήτε
πατρίδος μήτε νόμων, τοῦτον ἔχοντες ἐπὶ1 τῇ
ὑμετέρᾳ ψήφῳ οὐκ ἀποκτενεῖτε καὶ παράδειγμα τοῖς ἄλλοις2 ποιήσετε; πάντων ἄρ᾽ ἀνθρώπων ῥᾳθυμότατοι ἔσεσθε, καὶ ἥκιστα ἐπὶ
τοῖς δεινοῖς ὀργιζόμενοι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.