Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[43]
ὦ ἄνδρες, τὸν ἐν
τοῖς τοιούτοις φόβοις καὶ τηλικούτοις κινδύνοις καὶ τοσαύτῃ αἰσχύνῃ
ἐγκαταλιπόντα1 τὴν
πόλιν, καὶ μήτε τὰ2 ὅπλα θέμενον ὑπὲρ τῆς πατρίδος μήτε
τὸ σῶμα παρασχόντα τάξαι τοῖς στρατηγοῖς, ἀλλὰ φυγόντα καὶ προδόντα τὴν τοῦ
δήμου σωτηρίαν, τίς ἂν ἢ δικαστὴς φιλόπολις καὶ εὐσεβεῖν βουλόμενος ψήφῳ
ἀπολύσειεν, ἢ ῥήτωρ κληθεὶς τῷ προδότῃ τῆς πόλεως βοηθήσειε, τὸν οὐδὲ
συμπενθῆσαι τὰς τῆς πατρίδος συμφορὰς τολμήσαντα, οὐδὲ συμβεβλημένον οὐδὲν εἰς
τὴν τῆς πόλεως καὶ τοῦ δήμου σωτηρίαν;
1 ἐγκαταλιπόντα Ald.: ἐγκαταλείποντα codd.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.