Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[104]
τούτων τῶν ἐπῶν
ἀκούοντες, ὦ ἄνδρες, οἱ πρόγονοι ὑμῶν καὶ τὰ τοιαῦτα τῶν ἔργων ζηλοῦντες
οὕτως ἔσχον πρὸς ἀρετὴν ὥστ᾽ οὐ μόνον ὑπὲρ τῆς αὑτῶν πατρίδος, ἀλλὰ
καὶ πάσης τῆς1 Ἑλλάδος ὡς κοινῆς ἤθελον ἀποθνῄσκειν. οἱ
γοῦν ἐν2 Μαραθῶνι παραταξάμενοι τοῖς βαρβάροις τὸν ἐξ ἁπάσης
τῆς Ἀσίας στόλον ἐκράτησαν, τοῖς ἰδίοις κινδύνοις κοινὴν ἄδειαν ἅπασι
τοῖς Ἕλλησι κτώμενοι, οὐκ ἐπὶ τῇ δόξῃ μέγα φρονοῦντες ἀλλ᾽ ἐπὶ τῷ
ταύτης ἄξια πράττειν, τῶν μὲν Ἑλλήνων προστάτας, τῶν δὲ βαρβάρων δεσπότας
ἑαυτοὺς καθιστάντες: οὐ γὰρ λόγῳ τὴν ἀρετὴν ἐπετήδευον ἀλλ᾽ ἔργῳ πᾶσιν
ἐνεδείκνυντο.3
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.