Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[138]
ἐκπέπληγμαι δὲ
μάλιστα ἐπὶ τοῖς μήτε γένει μήτε φιλίᾳ μηδὲν προσήκουσι, μισθοῦ δὲ
συναπολογουμένοις ἀεὶ τοῖς κρινομένοις, εἰ λελήθασιν ὑμᾶς τῆς ἐσχάτης ὀργῆς
δικαίως ἂν τυγχάνοντες. τὸ γὰρ ὑπὲρ τῶν ἀδικησάντων1 ἀπολογεῖσθαι τεκμήριόν ἐστιν
ὅτι καὶ τῶν πεπραγμένων οἱ τοιοῦτοι2 ἂν
μετάσχοιεν. οὐ γὰρ δεῖ3 καθ᾽ ὑμῶν
γεγενῆσθαι δεινὸν ἀλλ᾽ ὑπὲρ ὑμῶν καὶ τῶν νόμων καὶ τῆς δημοκρατίας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.