This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[40]
ὁρᾶν δ᾽ ἦν ἐπὶ
μὲν τῶν θυρῶν γυναῖκας ἐλευθέρας, περιφόβους κατεπτηχυίας καὶ πυνθανομένας εἰ
ζῶσι, τὰς μὲν ὑπὲρ ἀνδρός, τὰς δ᾽ ὑπὲρ πατρός, τὰς δ᾽ ὑπὲρ ἀδελφῶν,
ἀναξίως αὑτῶν καὶ τῆς πόλεως ὁρωμένας, τῶν δ᾽ ἀνδρῶν1 τοὺς τοῖς σώμασιν ἀπειρηκότας καὶ
ταῖς ἡλικίαις2
πρεσβυτέρους καὶ ὑπὸ τῶν νόμων τοῦ στρατεύεσθαι ἀφειμένους3 ἰδεῖν ἦν καθ᾽ ὅλην τὴν4 πόλιν τότ᾽ ἐπὶ γήρως ὀδῷ
περιφθειρομένους,5 διπλᾶ τὰ ἱμάτια6 ἐμπεπορπημένους;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.