previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οἱ δὲ διαπραξάμενοι τὸν φόνον ἧκον ἐπὶ τὸ στρατόπεδον ἄγοντες τοὺς τραυματίας καὶ διέσπειραν λόγον, ὡς ἐπιφανεὶς αὐτοῖς πολεμίων λόχος τόν τε Σίκκιον ἀποκτείνειε καὶ τοὺς ἄλλους ἄνδρας, οἷς πρώτοις ἐνέτυχεν, αὐτοί τε πολλὰ τραύματα λαβόντες [p. 157] μόλις αὐτοὺς ἀποφύγοιεν. καὶ ἐδόκουν ἅπασι πιστὰ λέγειν. οὐ μὴν ἔλαθέ γ᾽ αὐτῶν τὸ ἔργον, ἀλλὰ καίπερ ἐν ἐρημίᾳ τοῦ φόνου γεγονότος καὶ μηδένα μηνυτὴν ἔχοντος ὑπὸ τοῦ χρεὼν αὐτοῦ καὶ τῆς ἅπαντα ἐπισκοπούσης τὰ θνητὰ πράγματα δίκης ἐξηλέγχθησαν τεκμηρίοις ἀναμφισβητήτοις. [2] οἱ γὰρ ἐν τῷ στρατοπέδῳ ταφῆς τε δημοσίας ἄξιον ἡγούμενοι τὸν ἄνδρα καὶ τιμαῖς παρὰ τοὺς ἄλλους διαφόρου, διὰ πολλὰ μὲν καὶ ἄλλα, μάλιστα δ᾽ ὅτι πρεσβύτης ὢν καὶ ὑπὸ τῆς ἡλικίας πολεμικῶν ἀγώνων ἀπολυόμενος εἰς κίνδυνον ἑκούσιον ἔδωκεν αὑτὸν ὑπὲρ τοῦ κοινῇ συμφέροντος, ψηφίζονται συνελθόντες εἰς ἓν ἀπὸ τῶν τριῶν ταγμάτων ἐξελθεῖν ἐπὶ τὴν ἀναίρεσιν τοῦ σώματος, ἵνα μετὰ πολλῆς ἀσφαλείας τε καὶ τιμῆς ἐπὶ τὴν παρεμβολὴν παρακομισθείη. συγχωρησάντων δὲ τῶν ἡγεμόνων δι᾽ εὐλάβειαν, μή τινα παράσχοιεν αὐτοῖς ὑποψίαν περὶ τὸ πρᾶγμα ἐπιβουλῆς καλῷ καὶ προσήκοντι ἔργῳ ἐνιστάμενοι, [3] λαβόντες τὰ ὅπλα ἐξῄεσαν. ἐλθόντες δ᾽ ἐπὶ τὸν τόπον ὡς εἶδόν οὔτε δρυμοὺς οὔτε φάραγγας οὔτ᾽ ἄλλο χωρίον, ἔνθα ὑποκαθίζειν ἐστὶ λόχους ἔθος, ἀλλὰ ψιλὸν καὶ περιφανῆ καὶ στενόπορον ὄχθον, δι᾽ ὑποψίας ἔλαβον εὐθέως τὸ πραχθέν: ἔπειτα τοῖς νεκροῖς προσελθόντες ὡς ἐθεάσαντο τόν τε Σίκκιον αὐτὸν ἀσκύλευτον ἐρριμμένον καὶ τοὺς ἄλλους ἅπαντας, ἐν [p. 158] θαύματι ἦσαν, εἰ πολέμιοι κρατήσαντες ἐχθρῶν μήτε [4] ὅπλα περιείλαντο μήτ᾽ ἐσθῆτα περιέδυσαν. διερευνώμενοί τε τὰ πέριξ ἅπαντα ὡς οὔτε στίβον ἵππων οὔτ᾽ ἴχνος ἀνθρώπων οὐδὲν εὕρισκον ἔξω τῶν διὰ τῆς ὁδοῦ, πρᾶγμα ἀμήχανον ὑπελάμβανον εἶναι πολεμίους ἐπιφανῆναι τοῖς σφετέροις ἀφανεῖς, ὥσπερ πτηνούς τινας διοπετεῖς. ὑπὲρ ἅπαντα δὲ ταῦτα καὶ τὰ ἄλλα μέγιστον αὐτοῖς ἐφάνη τεκμήριον τοῦ μὴ πρὸς ἐχθρῶν, ἀλλ᾽ ὑπὸ φίλων τὸν ἄνδρα ἀπολωλέναι, [5] τὸ μηδένα τῶν πολεμίων εὑρεθῆναι νεκρόν. οὐ γὰρ ἀκονιτί γ᾽ ἂν ἐδόκουν ἀποθανεῖν Σίκκιον, ἄνδρα καὶ ῥώμην καὶ ψυχὴν ἀνυπόστατον, οὐδὲ τὸν ὑπασπιστήν, οὐδὲ τοὺς ἄλλους τοὺς σὺν αὐτῷ πεσόντας ἄλλως τε καὶ ἐκ χειρὸς γενομένης τῆς μάχης. ἐτεκμήραντο δὲ τοῦτο ἐκ τῶν τραυμάτων. αὐτός τε γὰρ Σίκκιος πολλὰς εἶχε πληγὰς τὰς μὲν ὑπὸ χερμάδων, τὰς δ᾽ ὑπὸ σαυνίων, τὰς δ᾽ ὑπὸ μαχαιρῶν, καὶ ὑπασπιστής: οἱ δ᾽ ὑπ᾽ ἐκείνων ἀνῃρημένοι πάντες μαχαιρῶν χερμάδων σαυνίων, βέλους δὲ οὐδεμίαν. [6] ἀγανάκτησις δὴ μετὰ τοῦτ᾽ ἐγίνετο πάντων καὶ βοὴ καὶ πολὺς ὀδυρμός: ὡς δὲ κατωλοφύραντο τὴν συμφορὰν ἀράμενοι καὶ κομίσαντες τὸν νεκρὸν ἐπὶ τὸν χάρακα, πολλὰ τῶν στρατηγῶν κατεβόων, καὶ μάλιστα μὲν ἠξίουν κατὰ τὸν στρατιωτικὸν ἀποκτεῖναι νόμον τοὺς ἀνδροφόνους: εἰ δὲ μή, δικαστήριον αὐτοῖς ἀποδοῦναι [p. 159] παραχρῆμα. καὶ πολλοὶ ἦσαν οἱ κατηγορεῖν μέλλοντες αὐτῶν. [7] ὡς δ᾽ οὐδὲν αὐτῶν εἰσήκουον ἐκεῖνοι, ἀλλὰ τούς τ᾽ ἄνδρας ἀπεκρύψαντο καὶ τὰς δίκας ἀνεβάλοντο φήσαντες ἐν Ῥώμῃ λόγον ἀποδώσειν τοῖς βουλομένοις αὐτῶν κατηγορεῖν, μαθόντες ὅτι τῶν στρατηγῶν τὸ ἐπιβούλευμα ἦν, τὸν μὲν Σίκκιον ἔθαπτον, ἐκκομιδήν τε ποιησάμενοι λαμπροτάτην καὶ πυρὰν νήσαντες ὑπερμεγέθη καὶ τῶν ἄλλων ἀπαρχόμενοι κατὰ δύναμιν, ὧν νόμος ἐπ᾽ ἀνδράσιν ἀγαθοῖς εἰς τὴν τελευταίαν τιμὴν φέρεσθαι: πρὸς δὲ τὴν δεκαδαρχίαν ἠλλοτριοῦντο πάντες καὶ γνώμην εἶχον ὡς ἀποστησόμενοι. τὸ μὲν δὴ περὶ Κρουστομέρειαν καὶ Φιδήνην στράτευμα διὰ τὸν Σικκίου τοῦ πρεσβευτοῦ θάνατον ἐχθρὸν τοῖς προεστηκόσι τῶν πραγμάτων ἦν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: