previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὡς δὲ ταῦτ᾽ ἤκουσαν, ὅσοι μὲν ἦσαν ἀκέραιοί τε καὶ τῶν τὰ δίκαια λεγόντων παράκλητοι τὰς χεῖρας ἄραντες εἰς τὸν οὐρανὸν ἀνέκραγον ὀδυρμῷ [p. 174] καὶ ἀγανακτήσει μεμιγμένην κραυγήν, οἱ δὲ τῆς ὀλιγαρχίας κόλακες τὴν ἐπικελεύουσάν τε καὶ θάρσος ἐμποιῆσαι δυναμένην τοῖς κρατοῦσι φωνήν. ἠρεθισμένης δὲ τῆς ἀγορᾶς καὶ παντοδαπῶν γεμούσης λόγων τε καὶ παθῶν σιωπὴν γενέσθαι κελεύσας Ἄππιος ἔλεξεν: [2] εἰ μὴ παύσεσθε διαστασιάζοντες τὴν πόλιν καὶ ἀντιστρατηγοῦντες ἡμῖν οἱ ταραχώδεις, μηδαμῇ χρήσιμοι μήτ᾽ ἐν εἰρήνῃ μήτε κατὰ πολέμους, ὑπὸ τῆς ἀνάγκης σωφρονισθέντες εἴξετε. μὴ τούτους οἴεσθε τοὺς ἐπὶ τοῦ Καπετωλίου καὶ τῆς ἄκρας φρουροὺς ἐπὶ τοὺς ἔξωθεν πολεμίους ἡμῖν παρεσκευάσθαι μόνον, ὑμᾶς δὲ τοὺς ἔνδον ὑποκαθημένους καὶ πάντα σήποντας τὰ τῆς πόλεως πράγματα ἐάσειν. [3] γνώμην δὴ λαβόντες κρείττονα ἧς ἔχετε νῦν ἄπιτε, οἷς μή τι πρᾶγμα, καὶ πράσσετε τὰ ἑαυτῶν, εἰ σωφρονεῖτε: σὺ δ᾽ ἄγου τὴν παιδίσκην ἔχων, Κλαύδιε, μηδένα δεδοικὼς δι᾽ ἀγορᾶς: [4] οἱ γὰρ Ἀππίου σε προπέμψουσι δώδεκα πελέκεις. ὡς δὲ ταῦτ᾽ εἶπεν, οἱ μὲν ἄλλοι στένοντες καὶ τὰ μέτωπα παίοντες καὶ τὰ δάκρυα κατέχειν οὐ δυνάμενοι παρεχώρουν ἐκ τῆς ἀγορᾶς, δὲ Κλαύδιος ἀπῆγε τὴν παῖδα τῷ πατρὶ περιπεπλεγμένην καὶ καταφιλοῦσαν καὶ ταῖς ἡδίσταις φωναῖς ἀνακαλοῦσαν. ἐν τοιούτοις δὴ κακοῖς Οὐεργίνιος ὢν ἔργον εἰς νοῦν βάλλεται πατρὶ μὲν ταλαίπωρον καὶ πικρόν, ἐλευθέρῳ δ᾽ ἀνδρὶ [5] καὶ μεγαλόφρονι πρέπον. αἰτησάμενος γὰρ ἐξουσίαν ἀσπάσασθαι τὴν θυγατέρα τοὺς τελευταίους ἀσπασμοὺς ἐπ᾽ ἐξουσίας καὶ διαλεχθῆναι μόνῃ μόνος, ὁπόσα βούλεται, [p. 175] πρὶν ἐκ τῆς ἀγορᾶς αὐτὴν ἀπαχθῆναι, συγχωρήσαντος τοῦ στρατηγοῦ καὶ τῶν ἐχθρῶν μικρὸν ἀναχωρησάντων ὑπολαβὼν εἰς τὴν ἐκλυομένην τε καὶ καταρρέουσαν καὶ κατέχουσαν τέως μὲν ἀνεκαλεῖτό τε καὶ κατεφίλει καὶ τὰς λιβάδας ἐξέματτε τῶν δακρύων, ἔπειτα κατὰ μικρὸν ὑπάγων, ὡς ἦν ἐγγὺς ἐργαστηρίου μαγειρικοῦ, μάχαιραν ἐξαρπάσας ἀπὸ τῆς τραπέζης παίει τὴν θυγατέρα διὰ τῶν σπλάγχνων τοσοῦτον εἰπών: [6] ἐλευθέραν σε καὶ εὐσχήμονα, τέκνον, ἀποστέλλω τοῖς κατὰ γῆς προγόνοις: ζῶσα γὰρ ταῦτα οὐκ ἐξῆν ἔχειν ἀμφότερα διὰ τὸν τύραννον. κραυγῆς δὲ γενομένης ᾑμαγμένην ἔχων τὴν σφαγίδα καὶ αὐτὸς ἀνάμεστος αἵματος γενόμενος, προσέφυρεν αὐτὸν σφαγὴ τῆς κόρης, ἔθει διὰ τῆς πόλεως ἐμμανὴς ἐπὶ [7] τὴν ἐλευθερίαν τοὺς πολίτας καλῶν. διεκπαισάμενος δὲ τὰς πύλας ἀνέβη τὸν ἵππον, ὃς ἦν παρεσκευασμένος αὐτῷ, καὶ συνέτεινεν ἐπὶ τὸ στρατόπεδον, Ἰκιλίου τε καὶ Νομιτωρίου τῶν ἀγαγόντων αὐτὸν ἐκ τοῦ χάρακος νεανίσκων καὶ τότε συμπροπεμπόντων. ἠκολούθει δ᾽ αὐτοῖς καὶ ἄλλος ὄχλος δημοτῶν οὐκ ὀλίγος, ὥστε τοὺς σύμπαντας ἀμφὶ τετρακοσίους γενέσθαι. [p. 176]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: