previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τοιαῦτ᾽ εἰπόντος Κλαυδίου καὶ πολλὴν ἐλπίδα τῷ συνεδρίῳ παρασχόντος, ὡς ἀποθησομένων τῶν δέκα τὴν ἀρχήν, Ἄππιος μὲν πρὸς ταῦτα οὐδὲν ἠξίωσεν εἰπεῖν: ἐκ δὲ τῶν ἄλλων ὀλιγαρχῶν προελθὼν Κορνήλιος Μάρκος: ἡμεῖς μέν, ἔφησεν, Κλαύδιε, περὶ τῶν ἰδίων συμφερόντων αὐτοὶ διαγνωσόμεθα τῆς σῆς οὐδὲν δεόμενοι βουλῆς. καὶ γὰρ ἡλικίας ἐν τῇ φρονιμωτάτῃ ἐσμέν, ὥστε μηδὲν τῶν διαφερόντων ἀγνοεῖν, καὶ φίλων οὐ σπανίζομεν, οἷς, ἐάν τι δέῃ, [2] συμβούλοις χρησόμεθα. παῦσαι δὴ πρᾶγμα ποιῶν ἄωρον, ἀνὴρ πρεσβύτερος οὐ δεομένοις συμβουλῆς γνώμας ἀποδεικνύμενος. τῷ Ἀππίῳ δ᾽ εἴ τι βούλει παραινεῖν λοιδορεῖσθαιτοῦτο γὰρ ἀληθέστερονὅταν ἐξέλθῃς ἐκ τοῦ συνεδρίου, λοιδορήσῃ. νῦν δ᾽ ὑπὲρ τοῦ πρὸς Αἰκανοὺς καὶ Σαβίνους πολέμου, περὶ οὗ κέκλησαι γνώμην ἀποδειξόμενος, τι σοι φαίνεται [p. 136] λέγε καὶ παῦσαι τὰ ἔξω τοῦ πράγματος φλυαρῶν. [3] μετὰ τοῦτον ἀνίσταται πάλιν Κλαύδιος κατηφὴς καὶ μεστοὺς ἔχων τοὺς ὀφθαλμοὺς δακρύων καί φησιν: Ἄππιος μὲν οὐδ᾽ ἀποκρίσεως ἄξιον ἡγεῖταί με, βουλή, τὸν ἑαυτοῦ θεῖον ἐναντίον ὑμῶν: ἀλλ᾽ ὥσπερ τὴν οἰκίαν τὴν ἰδίαν ἀπέκλεισέ μοι, καὶ τουτὶ τὸ συνέδριον ἄβατον ὥσπερ ἐφ᾽ ἑαυτῷ ποιεῖ. εἰ δὲ χρὴ [4] τἀληθὲς λέγειν, καὶ ἐκ τῆς πόλεως ἐξελαύνομαι. οὐκέτι γὰρ ἂν αὐτὸν ὀρθοῖς ὄμμασι δυναίμην ὁρᾶν ἀνάξιον γεγονότα τῶν προγόνων καὶ τυραννικὴν ἐζηλωκότα παρανομίαν, ἀλλ᾽ ἀνασκευασάμενος ἅπαντα τὰ ἐμὰ καὶ τοὺς ἐμοὺς εἰς Σαβίνους ἄπειμι, πόλιν οἰκήσων Ῥήγιλλον, ἐξ ἧς τὸ γένος ἡμῶν ἐστι, καὶ μενῶ τὸν λοιπὸν ἐκεῖ χρόνον, ἕως ἂν οὗτοι κατέχωσι τὴν καλὴν ταύτην ἀρχήν. ἐπειδὰν δ᾽ οἷα μαντεύομαι περὶ τὴν δεκαδαρχίαν γένηταιγενήσεται δ᾽ οὐκ εἰς μακράν[5] τότε παρέσομαι. καὶ τὰ μὲν ὑπὲρ ἐμοῦ τοσαῦτα: περὶ δὲ τοῦ πολέμου ταύτην ὑμῖν, βουλή, γνώμην ἀποδείκνυμαι, μηδὲν ψηφίζεσθαι περὶ μηδενὸς πράγματος, ἕως ἀποδειχθῶσι νέαι ἀρχαί. ταῦτ᾽ εἰπὼν καὶ πολὺν ἐκ τοῦ συνεδρίου κινήσας ἔπαινον ἐπὶ τῷ γενναίῳ καὶ φιλελευθέρῳ τῆς γνώμης ἐκάθισε. μετὰ δὲ τοῦτον ἀναστὰς Λεύκιος Κοίντιος καλούμενος Κικιννᾶτος [p. 137] καὶ Τίτος Κοίντιος Καπετωλῖνος καὶ Λεύκιος Λουκρήτιος καὶ πάντες ἑξῆς οἱ πρωτεύοντες δέκα τοῦ συνεδρίου τῇ Κλαυδίου γνώμῃ προσετίθεντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: