previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ταῦτα τοῦ ἀνδρὸς ἀμφοτέροις παραινοῦντος καὶ τῶν πολιτῶν ἐπαινεσάντων τὸν λόγον, μὲν Κολλατῖνος πολλὰ κατολοφυρόμενος ἑαυτόν, εἰ διὰ συγγενῶν ἔλεον ἐκλιπεῖν ἀναγκασθήσεται τὴν πατρίδα μηδὲν ἀδικῶν, ἀποτίθεται τὴν ἀρχήν. [2] δὲ Βροῦτος ἐπαινέσας αὐτὸν ὡς τὰ κράτιστα καὶ συμφορώτατα ἑαυτῷ τε καὶ τῇ πόλει βεβουλευμένον παρεκάλει μήτ᾽ αὐτῷ μήτε τῇ πατρίδι μνησικακεῖν: ἑτέραν δὲ μεταλαβόντα οἴκησιν τὴν καταλειπομένην πατρίδα ἡγεῖσθαι, μηδενὸς μήτ᾽ ἔργου μήτε λόγου κοινωνοῦντα τοῖς ἐχθροῖς κατ᾽ αὐτῆς: τὸ δ᾽ ὅλον ἀποδημίαν ὑπολαβόντα τὴν μετανάστασιν, οὐκ ἐξορισμὸν οὐδὲ φυγήν, τὸ μὲν σῶμα παρὰ τοῖς ὑποδεξαμένοις ἔχειν, τὴν δὲ ψυχὴν παρὰ τοῖς προπέμπουσι. ταῦτα δ᾽ ὑποθέμενος τῷ ἀνδρὶ πείθει τὸν δῆμον εἴκοσι ταλάντων δοῦναι αὐτῷ δωρεὰν [p. 157] καὶ αὐτὸς πέντε τάλαντα προστίθησιν ἐκ τῶν ἰδίων. [3] Ταρκύνιος μὲν δὴ Κολλατῖνος τοιαύτῃ τύχῃ περιπεσὼν εἰς Λαουίνιον ᾤχετο τὴν μητρόπολιν τοῦ Λατίνων γένους, ἐν γηραιὸς ἐτελεύτα: δὲ Βροῦτος οὐκ ἀξιῶν μόνος ἄρχειν οὐδ᾽ εἰς ὑπόνοιαν ἐλθεῖν τοῖς πολίταις, ὅτι μοναρχίας ὑπαχθεὶς πόθῳ τὸν συνύπατον ἐξήλασεν ἐκ τῆς πατρίδος, καλέσας τὸν δῆμον εἰς τὸ πεδίον, ἔνθα σύνηθες αὐτοῖς ἦν τούς τε βασιλεῖς καὶ τὰς ἄλλας ἀρχὰς καθιστάναι, συνάρχοντα αἱρεῖται Πόπλιον Οὐαλέριον, ἀπόγονον, ὡς καὶ πρότερον εἶπον, τοῦ Σαβίνου Οὐαλερίου, ἄνδρα πολλῶν μὲν καὶ ἄλλων ἐπιτηδευμάτων χάριν ἐπαινεῖσθαί τε καὶ θαυμάζεσθαι ἄξιον, μάλιστα δὲ τῆς αὐταρκείας τοῦ βίου. φιλοσοφία γάρ τις αὐτοδίδακτος ἐγένετο περὶ αὐτόν, ἣν ἐν πολλοῖς ἀπεδείξατο πράγμασιν, ὑπὲρ ὧν ὀλίγον ὕστερον ἐρῶ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: