previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐκ δὲ τῶν ἑτέρων τοῦ ποταμοῦ μερῶν τῶν Σαβίνων ἔκειτο παρεμβολὴ τοῦ ῥεύματος οὐδ᾽ αὐτὴ πολὺν ἀπέχουσα τόπον ἐπὶ γεωλόφου τινὸς ἠρέμα [p. 193] κατακλινοῦς οὐ σφόδρα ἐχυροῦ. κατ᾽ ἀρχὰς μὲν οὖν δἰ εὐλαβείας εἶχον ἀλλήλους ἑκάτεροι καὶ μάχης ἄρχειν διαβάντες τὸν ποταμὸν ὤκνουν, χρόνῳ δ᾽ ὕστερον οὐ κατὰ λογισμὸν καὶ πρόνοιαν τοῦ συμφέροντος, ἀλλ᾽ ὑπ᾽ ὀργῆς τε καὶ φιλονεικίας ἐξαφθέντες συνάπτουσι μάχην. [2] ὑδρευόμενοι γὰρ καὶ τοὺς ἵππους ἄγοντες ἐπὶ τὸν πότον ἐνέβαινον ἐπὶ πολὺ τοῦ ποταμοῦ: βραχὺς δ᾽ ἔρρει τηνικαῦτα οὔπω τοῖς χειμερινοῖς ὕδασι πληθύων, ὥστ᾽ ὀλίγον ὑπὲρ τοῦ γόνατος ἔχοντες αὐτὸν ἐπεραιοῦντο. συμπλοκῆς δή τινος πρῶτον ὀλίγοις πρὸς οὐ πολλοὺς γινομένης ἐξέδραμόν τινες ἐπικουροῦντες τοῖς σφετέροις ἐξ ἑκατέρου χάρακος: ἔπειθ᾽ ἕτεροι πάλιν ἀμυνοῦντες τοῖς κατισχυομένοις ἐκ θατέρου: καὶ τοτὲ μὲν οἱ Ῥωμαῖοι τοὺς Σαβίνους ἀνέστελλον ἀπὸ τοῦ νάματος, τοτὲ δ᾽ οἱ Σαβῖνοι τοὺς Ῥωμαίους ἐξεῖργον τοῦ ποταμοῦ. [3] πολλῶν δὲ φόνων καὶ τραυμάτων γενομένων καὶ φιλονεικίας ἅπασιν ἐμπεσούσης, οἷα περὶ τὰς ἁψιμαχίας τὰς ἐκ καιροῦ συμπεσούσας γίνεσθαι φιλεῖ, προθυμία τοῖς ἡγεμόσι τῶν στρατοπέδων ὁμοία παρέστη διαβαίνειν τὸν ποταμόν. [4] ἔφθασε δὲ πρῶτος τῶν Ῥωμαίων ὕπατος καὶ διαβιβάσας τὸν στρατὸν ἔτι τῶν Σαβίνων ὁπλιζομένων τε καὶ εἰς τάξιν καθισταμένων ἐν χερσὶν ἦν. οὐ μὴν ἐμέλλησάν γ᾽ οὐδ᾽ ἐκεῖνοι θέσθαι μάχην, καταφρονήσει πολλῇ ἐπαρθέντες, ὅτι οὔτε πρὸς ἀμφοτέρους τοὺς ὑπάτους οὔτε πρὸς ἅπασαν τὴν Ῥωμαίων δύναμιν ἔμελλον ἀγωνιεῖσθαι, καὶ συρράξαντες [p. 194] ἐμάχοντο πᾶσαν εὐτολμίαν καὶ προθυμίαν ἀποδεικνύμενοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: