previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


αὗται μὲν αἱ πλεῖστον ἀλλήλων διαφέρουσαι γνῶμαι ἐλέχθησαν, ἕτεραι δέ τινες αἱ τὴν μεταξὺ τούτων ἔχουσαι χώραν συχναί. οἱ μὲν γὰρ αὐτοὺς μόνον ἀφεῖσθαι τῶν χρεῶν τοὺς μηδὲν κεκτημένους ἠξίουν, τὰ χρήματα ποιοῦντες ἀγώγιμα τοῖς δανεισταῖς, οὐ τὰ σώματα: οἱ δὲ τὸ δημόσιον ὑπὲρ τῶν ἀδυνάτων διαλῦσαι τὰ συμβόλαια συνεβούλευον, ἵνα τε πίστις τῶν πενήτων ὑπὸ τῆς δημοσίας φυλαχθῇ χάριτος καὶ οἱ συμβεβληκότες αὐτοῖς μηθὲν ἀδικηθῶσιν. ἐδόκει δέ τισι καὶ τῶν ἤδη κατεχομένων [p. 245] πρὸς τὰ χρέα καὶ τῶν μελλόντων ἀφαιρεθήσεσθαι τὴν ἐλευθερίαν ῥύσασθαι τὰ σώματα, ἐκ τῶν αἰχμαλώτων ἕτερα τοῖς δανεισταῖς διαμειψαμένους ὑπὲρ αὐτῶν σώματα. [2] τοιούτων δέ τινων λεχθέντων νικῶσα ἦν γνώμη, μηθὲν ἐν τῷ παρόντι γενέσθαι περὶ αὐτῶν προβούλευμα: ὅταν δὲ τὸ κράτιστον τέλος οἱ πόλεμοι λάβωσι, τότε προθεῖναι τοὺς ὑπάτους λόγον καὶ ψῆφον ἀναδοῦναι τοῖς συνέδροις: τέως δὲ μηδεμίαν εἴσπραξιν εἶναι μήτε συμβολαίου μηθενὸς μήτε καταδίκης μηδεμιᾶς, ἀφεῖσθαι δὲ καὶ τὰς ἄλλας ἀμφισβητήσεις πάσας, καὶ μήτε τὰ δικαστήρια καθίζειν μήτε τὰς ἀρχὰς διαγινώσκειν περὶ μηθενὸς ἔξω τῶν εἰς τὸν πόλεμον ἀνηκόντων. [3] τοῦτο τὸ προβούλευμα εἰς τὸν δῆμον ἐξενεχθὲν ἐμείωσε μέν τι τῆς πολιτικῆς ταραχῆς, οὐ μὴν ἅπαν γε τὸ στασιάζον ἐξεῖλεν ἐκ τῆς πόλεως. ἦσαν γάρ τινες ἐκ τοῦ θητικοῦ πλήθους, οἷς οὐκ ἐφαίνετο ἀποχρῶσα εἶναι βοήθεια παρὰ τῆς βουλῆς ἐλπὶς φανερὸν οὐδὲ βέβαιον ἔχουσα οὐδέν: ἀλλὰ δυεῖν θάτερον αὐτὴν ἠξίουν ποιεῖν, διδόναι σφίσιν ἤδη τὴν ἄφεσιν τῶν χρεῶν, εἰ βούλεται κοινωνοὺς τῶν κινδύνων ἔχειν, μὴ φενακίζειν εἰς ἑτέρους ἀναβαλλομένην χρόνους: οὐ γὰρ ὁμοίας εἶναι τὰς διανοίας τῶν ἀνθρώπων δεομένων τε καὶ ἀποπληρωθέντων, ὅτου ἂν δεηθῶσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: