previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δὲ Ἁβροκόμης ὡς ἧκε παρὰ τὸν ἄρχοντα τῆς Αἰγύπτου ῾ἐπεστάλκεσαν δὲ οἱ Πηλουσιῶται τὰ γενόμενα αὐτῷ καὶ τὸν τοῦ Ἀράξου φόνον καὶ ὅτι οἰκέτης ὢν τοιαῦτα ἐτόλμησἐ μαθὼν οὖν ἕκαστα, οὐκέτι οὐδὲ πυθόμενος τὰ γενόμενα κελεύει τὸν Ἁβροκόμην ἀγαγόντας προσαρτῆσαι σταυρῷ. [2] δὲ ὑπὸ μὲν τῶν κακῶν ἀχανὴς ἦν, παρεμυθεῖτο δὲ αὐτὸν τῆς τελευτῆς ὅτι ἐδόκει καὶ Ἄνθειαν τεθνηκέναι. Ἄγουσι δὲ αὐτὸν οἷς τοῦτο προσετέτακτο παρὰ τὰς ὄχθας τοῦ Νείλου: ἦν δὲ κρημνὸς ἀπότομος εἰς τὸ ῥεῦμα τοῦ ποταμοῦ βλέπων: [3] καὶ ἀναστήσαντες τὸν σταυρὸν προσαρτῶσι, σπάρτοις τὰς χεῖρας σφίγξαντες καὶ τοὺς πόδας: τοῦτο γὰρ τῆς ἀνασταυρώσεως ἔθος τοῖς ἐκεῖ: καταλιπόντες δὲ ᾤχοντο, ὡς ἐν ἀσφαλεῖ τοῦ προσηρτημένου μενοῦντος. [4] δὲ ἀναβλέψας εἰς τὸν ἥλιον καὶ τὸ ῥεῦμα ἰδὼν τοῦ Νείλου θεῶνφησὶφιλανθρωπότατε, ὃς Αἴγυπτον ἔχεις, δἰ ὃν καὶ γῆ καὶ θάλασσα πᾶσιν ἀνθρώποις πέφηνεν, εἰ μέν τι [p. 375] Ἁβροκόμης ἀδικῶ, καὶ ἀπολοίμην οἰκτρῶς καὶ μείζονα τιμωρίαν εἴ τις ἐστὶ ταύτης ὑποσχοῖμι: [5] εἰ δὲ ὑπὸ γυναικὸς προδέδομαι πονηρᾶς, μήτε τὸ Νείλου ῥεῦμα μιανθείη ποτε ἀδίκως ἀπολομένου σώματος, μήτε σὺ τοιοῦτον ἴδοις θέαμα, ἄνθρωπον οὐδὲν ἀδικήσαντα ἀπολλύμενον ἐπὶ τῆς σῆς.’ Ταῦτα εὔξατο, [6] καὶ αὐτὸν θεὸς οἰκτείρει, καὶ πνεῦμα ἐξαίφνης ἀνέμου γίνεται καὶ ἐμπίπτει τῷ σταυρῷ καὶ ἀποβάλλει μὲν τοῦ κρημνοῦ τὸ γεῶδες, εἰς ἦν σταυρὸς ἐρηρεισμένος, ἐμπίπτει δὲ Ἁβροκόμης τῷ ῥεύματι καὶ ἐφέρετο οὔτε τοῦ ὕδατος αὐτὸν ἀδικοῦντος οὔτε τῶν δεσμῶν ἐμποδιζόντων οὔτε τῶν θηρίων παραβλαπτόντων, [7] ἀλλὰ παραπέμποντος τοῦ ῥεύματος: φερόμενος δὲ εἰς τὰς ἐκβολὰς ἔρχεται τὰς εἰς τὴν θάλασσαν τοῦ Νείλου, κἀνταῦθα οἱ παραφυλάσσοντες λαμβάνουσιν αὐτὸν καὶ ὡς δραπέτην τῆς τιμωρίας ἄγουσι παρὰ τὸν διοικοῦντα τὴν Αἴγυπτον. [8] δὲ ἔτι μᾶλλον ὀργισθεὶς καὶ πονηρὸν εἶναι νομίσας τελέως κελεύει πυρὰν ποιήσαντας, ἐπιθέντας καταφλέξαι τὸν Ἁβροκόμην. Καὶ ἦν μὲν ἅπαντα παρεσκευασμένα, καὶ πυρὰ παρὰ τὰς ἐκβολὰς τοῦ Νείλου, καὶ ἐπετέθειτο μὲν Ἁβροκόμης καὶ τὸ πῦρ ὑπετέθειτο, ἄρτι δὲ τῆς φλογὸς μελλούσης ἅπτεσθαι τοῦ σώματος εὔχετο πάλιν ὀλίγα, ὅσα ἐδύνατο, σῶσαι αὐτὸν ἐκ τῶν καθεστώτων κακῶν. [9] Κἀνταῦθα κυματοῦται μὲν Νεῖλος, ἐπιπίπτει δὲ τῇ πυρᾷ τὸ ῥεῦμα καὶ κατασβέννυσι τὴν φλόγα: θαῦμα δὲ τὸ γενόμενον τοῖς παροῦσιν ἦν, καὶ λαβόντες ἄγουσι τὸν Ἁβροκόμην πρὸς τὸν ἄρχοντα τῆς Αἰγύπτου καὶ λέγουσι τὰ συμβάντα καὶ τὴν τοῦ Νείλου βοήθειαν διηγοῦνται. [10] Ἐθαύμασεν ἀκούσας τὰ γενόμενα καὶ ἐκέλευσεν αὐτὸν τηρεῖσθαι μὲν ἐν τῇ εἱρκτῇ, ἐπιμέλειαν δὲ ἔχειν [p. 376] πᾶσαν, ‘ἕωςἔφημάθωμεν ὅστις ἄνθρωπός ἐστιν καὶ τι οὕτως αὐτοῦ μέλει θεοῖς.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: