[3] Ὁ δὲ αὐτὸν λαβὼν ἄγει πρὸς τὴν Ἄνθειαν, ἡσθήσεσθαι νομίζων ἀνδρὶ ὀφθέντι Ἐφεσίῳ. Ἡδὲ ἐφιλοφρονεῖτό τε τὸν Εὔδοξον καὶ ἀνεπυνθάνετο εἴ τι περὶ τῶν αὑτῆς λέγειν ἔχοι: ὁ δὲ ὅτι οὐδὲν ἐπίσταιτο μακρᾶς αὐτῷ τῆς ἀποδημίας τῆς ἀπὸ Ἐφέσου γεγενημένης: ἀλλ̓ οὐδὲν ἧττον ἔχαιρεν αὐτῷ ἡ Ἄνθεια, ἀναμιμνησκομένη τῶν οἴκοι.