[5] Χρόνου δὲ προϊόντος οὐκέτι τὸ μειράκιον ἐκαρτέρει, ἤδη δὲ αὐτῷ καὶ τὸ σῶμα πᾶν ἠφάνιστο καὶ ἡ ψυχὴ κατεπεπτώκει, ὥστε ἐν πολλῇ ἀθυμίᾳ τὸν Λυκομήδην καὶ τὴν Θεμιστὼ γεγονέναι, οὐκ εἰδότας μὲν ὅ τι εἴη τὸ συμβαῖνον Ἁβροκόμῃ, δεδοικότας δὲ ἐκ τῶν ὁρωμένων.