[2] Χρᾷ δὲ ὁ θεὸς κοινὰ ἀμφοτέροις τὰ μαντεύματα ἐμμέτρως. Τὰ δ̓ ἔπη τάδε: Τίπτε ποθεῖτε μαθεῖν νούσου τέλος ἠδὲ καὶ ἀρχήν; Ἀμφοτέρους μία νοῦσος ἔχει, λύσις ἔνθεν ἀνέστη. Δεινὰ δ̓ ὁρῶ τοῖσδεσσι πάθη καὶ ἀνήνυτα ἔργα: ἀμφότεροι φεύξονται ὑπεὶρ ἅλα λυσσοδίωκτοι, δεσμὰ δὲ μοχθήσουσι παῤ ἀνδράσι μιξοθαλάσσοις καὶ τάφος ἀμφοτέροις θάλαμος καὶ πῦρ ἀΐδηλον, καὶ ποταμοῦ Νείλου παρὰ ῥεύμασιν Ἴσιδι σεμνῇ σωτείρῃ μετόπισθε παραστῇς ὄλβια δῶρα. Ἀλλ̓ ἔτι που μετὰ πήματ̓ ἀρείονα πότμον ἔχουσι.