‘ [12] Καὶ μέχρι μέν τινος διηνύετο εὐτυχῶς ὁ πλοῦς: τελευταῖον δὲ κατὰ Λέσβον ἡμῖν γενομένοις %5ἐμπίπτει πνεῦμα σφοδρὸν καὶ ἀνατρέπει τὴν ναῦν. Κἀγὼ μὲν τῷ Ὑπεράνθῃ συνενηχόμην [p. 362] ὑπιὼν αὐτὸν καὶ κουφοτέραν τὴν νῆξιν ἐποιούμην: νυκτὸς δὲ γενομένης οὐκέτι ἐνεγκὸν τὸ μειράκιον παρείθη τῷ κολύμβῳ καὶ ἀποθνήσκει. ’