[2] Ἔδοξεν οὖν αὐτοῖς πολλὰ βουλευσαμένοις παραμυθήσασθαι τὸν χρησμὸν ὡς οἷόν τε καὶ συζεῦξαι γάμῳ τοὺς παῖδας, [p. 336] ὡς τοῦτο καὶ τοῦ θεοῦ βουλομένου δἰ ὧν ἐμαντεύσατο. Ἐδόκει δὴ ταῦτα καὶ διέγνωσαν μετὰ τὸν γάμον ἐκπέμψαι χρόνῳ τινὶ ἀποδημήσοντας αὐτούς.