[2] Ἐκπεσοῦσι δὲ αὐτοῖς ἐπιδραμόντες τῶν ἐκεῖ ποιμένων τά τε φορτία διαρπάζουσι καὶ τοὺς ἄνδρας δεσμεύουσι καὶ ἄγουσιν ὁδὸν ἔρημον πολλὴν εἰς Πηλούσιον τῆς Αἰγύπτου πόλιν, κἀνταῦθα πιπράσκουσιν ἄλλον ἄλλῳ. Ὠνεῖται δὴ τὸν Ἁβροκόμην πρεσβύτης στρατιώτης ῾ἦν δὲ πεπαυμένος᾿, Ἄραξος τοὔνομα.