‘ [4] Ἴσθι γὰρ ὡς ἔνεστί σοι καὶ εὐδαιμοσύνην καὶ ἐλευθερίαν ἀπολαβεῖν, εἰ θελήσεις πείθεσθαι τῷ δεσπότῃ Κορύμβῳ: ἐρᾷ γὰρ σοῦ σφοδρὸν ἔρωτα καὶ πάντων ἕτοιμός ἐστι δεσπότην ποιεῖν τῶν ἑαυτοῦ. Πείσῃ δὲ χαλεπὸν μὲν οὐδέν, εὐνούστερον δὲ σεαυτῷ τὸν δεσπότην ἐργάσῃ. ’