Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5] διὰ δὲ τὴν ὑποδρομὴν βληθέντος τοῦ παιδός, τὸ μὲν μειράκιον οὐ δικαίως ἐπικαλεῖται, οὐδένα γὰρ ἔβαλε τῶν ἀπὸ τοῦ σκοποῦ ἀφεστώτων: ὁ δὲ παῖς εἴπερ ἑστὼς φανερὸς ὑμῖν ἐστι μὴ βληθείς, ἑκουσίως <δ᾽>1 ὑπὸ τὴν φορὰν τοῦ ἀκοντίου ὑπελθών, ἔτι σαφεστέρως δηλοῦται διὰ τὴν αὑτοῦ ἁμαρτίαν ἀποθανών: οὐ γὰρ ἂν ἐβλήθη ἀτρεμίζων καὶ μὴ διατρέχων.