Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[11] ἐκ δὲ τῆς αὐτῶν τῶν ἀπολογουμένων ἀπολογίας μετόχου τοῦ μειρακίου τοῦ φόνου ὄντος, οὐκ ἂν δικαίως οὐδὲ ὁσίως ἀπολύοιτε αὐτόν. οὔτε γὰρ ἡμεῖς, οἱ διὰ τὴν τούτων ἁμαρτίαν διαφθαρέντες, αὐθένται καταγνωσθέντες ὅσια ἀλλ᾽ ἀνόσι᾽ ἂν πάθοιμεν ὑφ᾽ ὑμῶν: οὔθ᾽ οἱ θανατώσαντες ἡμᾶς μὴ εἰργόμενοι τῶν προσηκόντων †εὐσεβοῖντ᾽ ἂν†1 ὑπὸ τῶν ἀπολυσάντων τοὺς ἀνοσίους. πάσης δ᾽ ὑπὲρ πάντων τῆς κηλῖδος εἰς ὑμᾶς ἀναφερομένης, πολλὴ εὐλάβεια2 ὑμῖν τούτων ποιητέα ἐστί: καταλαβόντες μὲν γὰρ αὐτὸν καὶ εἴρξαντες ὧν ὁ νόμος εἴργει καθαροὶ τῶν ἐγκλημάτων ἔσεσθε, ἀπολύσαντες δὲ ὑπαίτιοι καθίστασθε.