Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9] ἀπολύει δὲ καὶ ὁ νόμος ἡμᾶς, ᾧ πιστεύων, εἴργοντι μήτε ἀδίκως μήτε δικαίως ἀποκτείνειν, ὡς φονέα με διώκει. ὑπὸ μὲν γὰρ τῆς αὐτοῦ τοῦ τεθνεῶτος ἁμαρτίας ὅδε ἀπολύεται μηδὲ ἀκουσίως ἀποκτεῖναι αὐτόν: ὑπὸ δὲ τοῦ διώκοντος οὐδ᾽ ἐπικαλούμενος ὡς ἑκὼν ἀπέκτεινεν, ἀμφοῖν ἀπολύεται τοῖν ἐγκλημάτοιν, <μήτ᾽ ἄκων>1 μήθ᾽ ἑκὼν ἀποκτεῖναι.