Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9] ἔλεξαν δὲ καὶ ὡς οὐ πρέπει χρηστὰ ἐπιτηδεύοντας αὐτοὺς κακῶν ἀξιοῦσθαι: ἡμεῖς δὲ πῶς ἂν πρέποντα πάσχοιμεν, εἰ μηδὲν ὑποδεέστερα τούτων μελετῶντες θανάτῳ ζημιούμεθα; φάσκων δὲ ἀναμάρτητος εἶναι, καὶ ἀξιῶν τὰς συμφορὰς τῶν ἁμαρτόντων εἶναι καὶ μὴ εἰς τοὺς ἀναμαρτήτους ἐκτρέπεσθαι, ὑπὲρ ἡμῶν λέγει. ὅ τε γὰρ παῖς μου εἰς οὐδένα οὐδὲν ἁμαρτών, ὑπὸ τούτου τοῦ μειρακίου ἀποθανών, ἀδικοῖτ᾽ ἂν ἀτιμώρητος γενόμενος: ἐγώ τε τοῦδε μᾶλλον ἀναμάρτητος ὢν δεινὰ πείσομαι, ἃ ὁ νόμος ἀποδίδωσί μοι μὴ τυχὼν παρ᾽ ὑμῶν.