Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2] ἐγώ τε γὰρ πολλῇ ἀνοίᾳ χρώμενος οὐκ ἂν ὑπέλαβον τοῦτον ἀντειπεῖν: οὐδὲ γὰρ ἂν ἕνα λόγον ἀντὶ δυοῖν1 λέξας τὸ ἥμισυ τῆς κατηγορίας ἐμαυτὸν ἂν ἀπεστέρησα: οὗτός τε μὴ τολμῶν οὐκ ἂν προεῖχε τῷ διπλασίῳ μου, ἕνα μὲν πρὸς ἕνα λόγον ἀπολογηθείς, ἃ δὲ κατηγόρησεν ἀναποκρίτως εἰπών.