Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[10] ὀρθῶς δὲ τῶν ἐλέγχων ἐλεγχόντων τὸν παῖδα αὐθέντην ὄντα, ὁ νόμος ἀπολύων ἡμᾶς τῆς αἰτίας τὸν ἀποκτείναντα καταλαμβάνει. μήτε οὖν ἡμᾶς εἰς μὴ προσηκούσας συμφορὰς ἐμβάλητε, μήτε αὐτοὶ ταῖς τούτων ἀτυχίαις βοηθοῦντες ἐναντία τοῦ δαίμονος γνῶτε, ἀλλ᾽ ὥσπερ ὅσιον καὶ δίκαιον, μεμνημένοι τοῦ πάθους, ὅτι διὰ τὸν ὑπὸ τὴν φορὰν τοῦ ἀκοντίου ὑπελθόντα ἐγένετο, ἀπολύετε ἡμᾶς: οὐ γὰρ αἴτιοι τοῦ φόνου ἐσμέν.