Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[12] τῆς οὖν ὑμετέρας εὐσεβείας ἕνεκα καὶ τῶν νόμων ἀπάγοντες τιμωρεῖσθε αὐτόν, <καὶ>1 αὐτοί τε μὴ μεταλάβητε τῆς τούτου μιαρίας, ἡμῖν τε τοῖς γονεῦσιν, οἳ ζῶντες κατορωρύγμεθα2 ὑπ᾽ αὐτοῦ, δόξῃ γοῦν ἐλαφροτέραν τὴν συμφορὰν καταστήσατε.