Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[16]
διδοὺς ἅμα τε Θηριππίδῃ τὰς ἑβδομήκοντα μνᾶς, καὶ τούτῳ τήν τ᾽ ἐμὴν μητέρ᾽ ἐγγυῶν ἐπὶ ταῖς ὀγδοήκοντα μναῖς, κἄμ᾽ εἰς τὰ τούτου γόνατα τιθείς: ὧν οὗτος ὁ πάντων ἀνθρώπων ἀνοσιώτατος οὐδένα λόγον ἐποιήσατο, κύριος τῶν ἐμῶν γενόμενος ἐπὶ τούτοις, ἀλλὰ τὰ χρήματά με πάντ᾽ ἀπεστερηκὼς μετὰ τῶν συνεπιτρόπων, ἐλεεῖσθαι νῦν ὑφ᾽ ὑμῶν ἀξιώσει, μνῶν οὐδ᾽ ἑβδομήκοντ᾽ ἄξια τρίτος αὐτὸς ἀποδεδωκώς, εἶτα καὶ τούτοις αὐτοῖς πάλιν ἐπιβεβουλευκώς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.