Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[22]
οὐκ ἄξιος, ὦ ἄνδρες δικασταί, οὔτ᾽ ἐγὼ δίκης ἐν ὑμῖν μὴ τυχεῖν, οὔθ᾽ οὗτος τοσαῦτα χρήματ᾽ ἀδίκως κατασχεῖν. ἐμοῦ μὲν γὰρ εἰ καὶ μήπω πεῖραν εἰλήφατε, ποῖός τις ἂν εἰς ὑμᾶς εἴην, ἐλπίζειν προσήκει μὴ χείρω τοῦ πατρὸς ἔσεσθαι. τούτου δὲ πεῖραν ἔχετε, καὶ σαφῶς ἴσθ᾽ ὅτι πολλὴν οὐσίαν παραλαβὼν οὐ μόνον οὐδὲν πεφιλοτίμηται πρὸς ὑμᾶς, ἀλλὰ καὶ τἀλλότρι᾽ ἀποστερῶν ἀποδέδεικται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.