Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[17]
ὡς γὰρ τὰς δίκας ταύτας ἔμελλον εἰσιέναι κατ᾽ αὐτῶν, ἀντίδοσιν ἐπ᾽ ἐμὲ παρεσκεύασαν, ἵν᾽ εἰ μὲν ἀντιδοίην, μὴ ἐξείη μοι πρὸς αὐτοὺς ἀντιδικεῖν, ὡς καὶ τῶν δικῶν τούτων τοῦ ἀντιδόντος γιγνομένων, εἰ δὲ μηδὲν τούτων ποιοίην, ἵν᾽ ἐκ βραχείας οὐσίας λῃτουργῶν παντάπασιν ἀναιρεθείην. καὶ τοῦτ᾽ αὐτοῖς ὑπηρέτησε Θρασύλοχος ὁ Ἀναγυράσιος: ᾧ τούτων οὐδὲν ἐνθυμηθεὶς ἀντέδωκα μέν, ἀπέκλεισα δ᾽ ὡς διαδικασίας τευξόμενος: οὐ τυχὼν δὲ ταύτης, τῶν χρόνων ὑπογύων ὄντων, ἵνα μὴ στερηθῶ τῶν δικῶν, ἀπέτεισα τὴν λῃτουργίαν ὑποθεὶς τὴν οἰκίαν καὶ τἀμαυτοῦ πάντα, βουλόμενος εἰς ὑμᾶς εἰσελθεῖν τὰς πρὸς τουτουσὶ δίκας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.