Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
ἀλλ᾽ ἐγὼ οὐκ οἶδ᾽ ὅ τι τοῦτ᾽ ἔστιν. οὐκ εἴα μισθοῦν τὸν οἶκον οὐδ᾽ ἐμφανῆ τὰ χρήματα ποιεῖν ὁ πατήρ. πότερον ἐμοί; ἢ τῇ πόλει; φαίνεσθε γὰρ τοὐναντίον ἐκείνῃ μὲν φανερὰ ποιήσαντες, ἐμοὶ δὲ παντάπασιν ἀφανῆ πεποιηκότες, καὶ οὐδὲ ταῦτ᾽ ἀποφαίνοντες ἐξ ὧν τιμησάμενοι τὰς εἰσφορὰς εἰσεφέρετε. δείξατε γὰρ ταύτην τὴν οὐσίαν, τίς ἦν καὶ ποῦ παρέδοτέ μοι καὶ τίνος ἐναντίον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.