Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἐὰν οὖν ἀναγνῷ, προσέχετ᾽ αὐτῇ τὸν νοῦν: εὑρήσετε γὰρ οὐχ ὡς ὀφείλει μεμαρτυρημένην, ἀλλ᾽ ὡς ὦφλεν. τοῦτ᾽ οὖν ἐλέγξαι πειράσομαι πρῶτον, ἐφ᾽ ᾧ φρονεῖ μάλιστα: ὃ καὶ ἡμεῖς ἀμφισβητοῦμεν. εἰ μὲν οὖν τότ᾽ ἐξεγένετο καὶ μὴ τῷ χρόνῳ τοῦτ᾽ ἐνηδρεύθημεν, παρεσχόμεθ᾽ ἂν μάρτυρας ὡς ἐξετείσθη τὰ χρήματα καὶ πάντ᾽ αὐτῷ διελέλυτο τὰ πρὸς τὴν πόλιν: νῦν δὲ τεκμηρίοις μεγάλοις ἐπιδείξομεν ὡς οὔτ᾽ ὤφειλεν οὔτ᾽ ἦν κίνδυνος οὐδεὶς ἡμῖν φανερὰ κεκτημένοις τὰ ὄντα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.