Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[10]
πάντες δὲ κοινῇ μ᾽ ἐπιτροπεύσαντες ἰδίᾳ μετὰ ταῦθ᾽ ἕκαστος μηχανᾶσθε. καὶ τὴν μὲν διαθήκην ἠφανίκατε, ἐξ ἧς ἦν εἰδέναι περὶ πάντων τὴν ἀλήθειαν, φαίνεσθε δ᾽ οὐδέποτε ταὐτὰ περὶ ἀλλήλων λέγοντες.λαβὲ δὴ τὰς μαρτυρίας καὶ ἀνάγνωθ᾽ αὐτοῖς πάσας ἐφεξῆς, ἵνα μνησθέντες καὶ τῶν μεμαρτυρημένων καὶ τῶν εἰρημένων ἀκριβέστερον διαγιγνώσκωσι περὶ αὐτῶν.“Μαρτυρίαι”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.