Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[12]
δύ᾽ ἔτη τὸ ἐργαστήριον διοικήσας Θηριππίδῃ μὲν ἀποδέδωκε τὴν μίσθωσιν: ἐμοὶ δέ, δυοῖν ἐτοῖν λαβὼν τὴν πρόσοδον, τριάκοντα μνᾶς, οὔτ᾽ αὐτὰς οὔτε τὸ ἔργον ἀποδέδωκεν. λάβ᾽ ἑτέραν καὶ ἀνάγνωθι.“Μαρτυρία”ταῦτα τἀνδράποδ᾽ ὡς αὑτὸν λαβὼν οὗτος, καὶ τἄλλα τὰ μετὰ τούτων ὑποτεθένθ᾽ ἡμῖν, ἀνάλωμα μὲν εἰς αὐτὰ τοσοῦτο λελόγισται, λῆμμα δ᾽ ἀπ᾽ αὐτῶν οὐδ᾽ ὁτιοῦν, καὶ αὐτοὺς δὲ τοὺς ἀνθρώπους ἠφάνικεν, οἳ δώδεκα μνᾶς ἀτελεῖς ἑκάστου τοῦ ἐνιαυτοῦ προσέφερον. λέγ᾽ ἑτέραν.“Μαρτυρία”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.