Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[10]
ὡς
δ᾽ ᾐσθόμην οὗ ἦν κακοῦ, τότ᾽ ἤδη τοὺς φίλους καὶ τοὺς οἰκείους
συνήγαγον καὶ τὰ ἀντίγραφα τῶν συνθηκῶν ἀνεγιγνώσκομεν: ἐν αἷς
ἐγέγραπτο μὲν τὸ τοῦ Παγκάλου καὶ τοῦ Πολυκλέους ὄνομα διαρρήδην,
καὶ ὅτι μύρων τιμαὶ ὠφείλοντο, ἃ ἦν βραχέα τε καὶ ἐξῆν αὐτοῖς
εἰπεῖν ὅτι τὸ μύρον ἄξιον εἴη τοῦ ἀργυρίου τὸ ἐν τῷ
ἐργαστηρίῳ, τὰ δὲ πολλὰ τῶν χρεῶν καὶ τὰ μέγιστα οὐκ ἐνεγέγραπτο
ἐπ᾽ 1 ὀνομάτων,
ἀλλ᾽ ἐν προσθήκης μέρει ὡς οὐδὲν ὄντα, ‘καὶ εἴ τῳ ἄλλῳ
ὀφείλει τι Μίδας.’
1 Column 5
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.