Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[16]
σκέψαι δέ, ὦ Ἀθηνόγενες,
μὴ μόνον περὶ τῶν οἰκετῶν, ἀλλὰ καὶ περὶ τῶν ἐλευθέρων σωμάτων
ὃν τρόπον οἱ νόμοι ἔχουσιν. οἶσθα γὰρ δήπου καὶ σὺ καὶ
οἱ1 ἄλλοι πάντες ὅτι οἱ ἐκ τῶν
ἐγγυητῶν γυναικῶν παῖδες οὗτοι γνήσιοί εἰσιν. ἀλλὰ μὴν2 οὐκ ἀπέχρησε
τῷ νομοθέτῃ τὸ ἐγγυηθῆναι τὴν γυναῖκα ὑπὸ τοῦ πατρὸς ἢ
τοῦ ἀδελφοῦ, ἀλλ᾽ ἔγραψε διαρρήδην ἐν τῷ νόμῳ, ἣν ἂν
ἐγγυήσῃ τις ἐπὶ δικαίοις δάμαρτα ἐκ ταύτης εἶναι παῖδας
γνησίους,3 καὶ οὐκ4 ἐάν τις ψευσάμενος ὡς
θυγατέρα ἐγγυήσῃ ἄλλην τινά. ἀλλὰ τὰς μὲν δικαίας5 ἐγγύας κυρίας, τὰς δὲ μὴ δικαίας
ἀκύρους καθίστησιν.6
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.