Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[29]
ἐν δὲ τῷ πολέμῳ τῷ πρὸς Φίλιππον
μικρὸν πρὸ τῆς μάχης ἀπέλιπε1 τὴν πόλιν, καὶ μεθ᾽ ὑμῶν μὲν οὐ
συνεστρατεύσατο εἰς Χαιρώνειαν, ἐξῴκησε δὲ εἰς Τροιζῆνα, παρὰ
τὸν νόμον ὃς κελεύει ἔνδειξιν εἶναι καὶ ἀπαγωγὴν τοῦ
ἐξοικήσαντος ἐν τῷ πολέμῳ, ἐὰν πάλιν ἔλθῃ. καὶ ταῦτ᾽ ἐποίει
τὴν μὲν ἐκείνων πόλιν, ὡς ἔοικε, περιέσεσθαι2
ὑπολαμβάνων, τῆς δὲ ἡμετέρας θάνατον καταγνούς.3 καὶ τὰς θυγατέρας ἐν4 τῇ παρ᾽ ὑμῖν εὐδαιμονίᾳ ἐκθρέψας5 ... ἐξέδωκεν ... ως6 πάλιν η ... ἐργασόμενος ἐπεὶ εἰρήνη γέγονεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.