Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[13]
τὰ μὲν τοίνυν πεπραγμένα, ὦ ἄνδρες
δικασταί, καθ᾽ ἓν ἕκαστον ἀκηκόατε. ἐρεῖ δὲ πρὸς ὑμᾶς αὐτίκα
μάλα Ἀθηνογένης ὡς ὁ νόμος λέγει, ὅσα ἂν ἕτερος ἑτέρῳ
ὁμολογήσῃ κύρια εἶναι. τά γε δίκαια, ὦ βέλτιστε: τὰ δὲ μὴ
τοὐναντίον ἀπαγορεύει μὴ κύρια εἶναι. ἐξ αὐτῶν δέ σοι τῶν νόμων
ἐγὼ φανερώτερον ποιήσω. καὶ γὰρ οὕτω με διατέθεικας καὶ περίφοβον
πεποίηκας μὴ ἀπόλωμαι ὑπὸ σοῦ καὶ τῆς δεινότητος τῆς σῆς, ὥστε
τούς τε νόμους ἐξετάζειν καὶ μελετᾶν νύκτα καὶ ἡμέραν, πάρεργα
τἄλλα πάντα ποιησάμενον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.