Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[22]
ὃς εἰδὼς ὅτι
πολλαὶ ὠναὶ γίγνονται ἐν τῇ πόλει ἔθηκε νόμον δίκαιον, ὡς παρὰ
πάντων ὁμολογεῖται, τὰς ζημίας ἃς ἂν ἐργάσωνται οἱ οἰκέται καὶ
τὰ ἀδικήματα1 διαλύειν τὸν δεσπότην παρ᾽ ᾧ
ἂν ἐργάσωνται2 οἱ οἰκέται. εἰκότως: καὶ γὰρ
ἐάν τι ἀγαθὸν3 πράξῃ ἢ ἐργασίαν εὕρῃ ὁ
οἰκέτης τοῦ κεκτημένου αὐτὸν γίγνεται. σὺ δὲ τὸν νόμον ἀφεὶς
περὶ συνθηκῶν παραβαινομένων4 διαλέγῃ. καὶ ὁ
μὲν Σόλων οὐδ᾽ ὃ δικαίως ἔγραφεν ψήφισμά τις τοῦ νόμου5 οἴεται δεῖν κυριώτερον εἶναι, σὺ δὲ
καὶ6 τὰς ἀδίκους συνθήκας ἀξιοῖς κρατεῖν7 πάντων8 τῶν νόμων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.