Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
συναγαγὼν δ᾽ ἐγὼ πανταχόθεν καὶ τοὺς φίλους
ἐνοχλήσας καὶ θεὶς ἐπὶ τὴν τράπεζαν τὰς τετταράκοντα μνᾶς ἧκον ὡς
τὴν Ἀντιγόναν. κἀκείνη συνήγαγεν1 ἡμᾶς εἰς
τὸ αὐτό, ἐμέ τε καὶ Ἀθηνογένην, καὶ διήλλαξε, καὶ
παρεκελεύσατο τοῦ λοιποῦ εὖ ποιεῖν ἀλλήλους. καὶ ἔγωγ᾽ ἔφην
ταῦτα ποιήσειν, καὶ Ἀθηνογένης οὑτοσὶ ὑπολαβὼν εἶπεν ὅτι τῶν
πεπραγμένων δεῖ με χάριν ἔχειν Ἀντιγόνᾳ: καὶ νῦν, ἔφη, ταύτης
ἕνεκα ἤδη σοι ἐνδείξομαι ὅσα σε ἀγαθὰ ποιήσω. σὺ μὲν γάρ,2 ἔφη, τὸ3 ἀργύριον ἐπ᾽ ἐλευθερίᾳ
καταβαλεῖς4 τοῦ5 Μίδου6 καὶ
τῶν παίδων, ἐγὼ δέ σοι ἀποδώσομαι αὐτοὺς ὠνῇ καὶ πράσει, ἵνα
πρῶτον μὲν μηδεὶς παρενοχλῇ7 μηδὲ διαφθείρῃ τὸν παῖδα,
ἔπειτ᾽8 αὐτοὶ μὴ9 ἐγχειρῶσι
πονηρεύεσθαι10 μηδὲν διὰ τὸν φόβον.11
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.