Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
τὸ δὲ 1 μέγιστον, νῦν μὲν ἂν δόξειαν δι᾽ ἐμὲ
γεγονέναι ἐλεύθεροι: ἐὰν δὲ πριάμενος σὺ ὠνῇ καὶ πράσει εἶθ᾽
ὕστερον, ὅτε ἄν σοι δοκῇ, ἀφῇς αὐτοὺς ἐλευθέρους, διπλασίαν
ἕξουσίν σοι τὴν χάριν. ὅσον μέντοι ὀφείλουσιν ἀργύριον, μύρου τέ
τινος τιμὴν Παγκάλῳ καὶ Προκλεῖ καὶ εἴ τι ἄλλο κατέθετό τις ἐπὶ
τὸ μυροπώλιον τῶν προσφοιτώντων, οἷα γίγνεται, ταῦτα, ἔφη, σὺ
ἀναδέξῃ: ἔστιν δὲ μικρὰ κομιδῇ καὶ πολλῷ πλείω φορτία ἐστὶν
τούτων ἐν τῷ ἐργαστηρίῳ, μύρον καὶ ἀλάβαστροι καὶ σμύρνα, καὶ
ἄλλ᾽ ἄττα ὀνόματα λέγων, ὅθεν πάντα ταῦτα διαλυθήσεται2 ῥᾳδίως.
1 Column 3
2 διαλυθήσεταιWeil.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.